Гален

Сочинения. Том 4


Скачать книгу

ὑπὸ τοῦ θυµοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις.

      6.1.8. ῾`Eν µὲν δὴ τοῦτο σηµαινόµενον ἑκατέρου τῶν ὀνοµάτων, ἕτερον δὲ τὴν µὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡµῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχῶς δὲ τοῦ κατὰ φύσιν λεγοµένου, τοῦτ’ ἀκούειν χρὴ νῦν ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται.

      6.1.9. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαµεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται καὶ µὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούµενον εἴθ’ ὑφ’ ἑτέρου.

      6.1.10. ῎Hδη µὲν οὖν οἶµαι σαφὲς εἶναι τὸ λεγόµενον, ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγµάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις ἡ µὲν κατὰ τοὺς σφυγµοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλµοὺς πάθος.

      6.1.11. ἐξ ἑαυτῆς µὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλµούς, ἀλλ’ οὐ κατὰ φύσιν, ἐξ ἑαυτῆς δὲ καὶ ἡ τῶν σφυγµῶν, ἀλλὰ κατὰ φύσιν. —δεῖ δὲ τοῦ σφυγµὸς ὀνόµατος ἀκούειν οὕτως νῦν ὡς Πραξαγόρας καὶ ῾Ηρόφιλος ἅπαντές τε σχεδὸν οἱ µετ’ αὐτοὺς ἐχρήσαντο µέχρι καὶ ἡµῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κἀν τοῖς ᾿Ερασιστράτου τε καὶ ῾Ιπποκράτους εὑρίσκεται γράµµασιν, ἑτέρα τίς ἐστι καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς µετὰ ταῦτα.

      6.1.12. τὴν µέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνοµαζόντων ἡµῶν σφυγµὸν ὁ παλµὸς µὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σηµαινόµενον, ὁ σφυγµὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γοῦν µείζονα τοῦ κατὰ φύσιν ἢ µικρότερον ἢ ὠκύτερον ἢ βραδύτερον ἢ πυκνότερον ἢ ἀραιότερον ἤ πως ἄλλως ἐξιστάµενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σηµαινόµενον· ἐξ ἑαυτῆς µὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγµοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ κινεῖται.

      6.1.13. ὥστ’ εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυµαστὸν ἓν πρᾶγµα καὶ πάθος ὀνοµάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν µικρότερον τοῦ κατὰ φύσιν σφυγµόν, οὐ µὴν κατά γε ταὐτὸν σηµαινόµενον, ἀλλὰ κατὰ µὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, ἔστι [µὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγµὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, ὅτι µὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις.

      6.1.14. Oὕτως οὖν ἔχει κἀπὶ τοῦ θυµοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σηµαινόµενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄµετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σηµαινόµενον.

      6.1.15. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ µέγας σφυγµός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυµοειδοῦς ὁ θυµός, οἷον δ’ αὖ πάλιν ὁ µικρὸς σφυγµός, τοιοῦτον ἡ ἀθυµία. αὕτη µὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυµοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυµούς.

      6.1.16. ταύτῃ τε οὖν ἐνέργειαί τε ἅµα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σηµαινόµενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυµία καὶ ὁ θυµὸς ὅσα