Группа авторов

Camerarius Polyhistor


Скачать книгу

φυτεύσας, 30 θῆλεν ἂν ἐμμαπέως, εἰ μὴ θεὸς ἦν ὁ φυτεύσας, ἀλλ’ ὅδε πάντα κρατῶν θεὸς ἄμβροτα μήδεα εἰδὼς ἀλλ’ ὅδε πάντα κρατῶν θεὸς ἄμβροτα μήδεα εἰδὼς 30 οὐ δηλήμων ἐστί, φίλον τέκος, ἀλλ’ ἐλεήμων, οὐ δηλήμων ἐστί, φίλον τέκος, ἀλλ’ ἐλεήμων, οὐ<κ> ὀλετήρ, οὐκ ὠμηστής, πιστὸς δὲ καὶ ἐσθλός. οὐ<κ> ὀλετήρ, οὐκ ὠμηστής, πιστὸς δὲ καὶ ἐσθλός. ὃς γένος ἀνθρώπων ὄφιος ψεύδεσσι πεποιθὸς 35 ῥήμασι καὶ σφετέρῃσιν ἀτασθαλίῃσιν ὀλωλὸς εἰς βίον ἐξ ὀλέθροιο κατ’ αὖθ’ ὤρθωσ’ ἐλεηθείς, οὐδ’ ἠνέσχετ’ ἰδὼν ἐφθαρμένον ἔργον ἑαυτοῦ πλάσματος ἀγχιθέοιο, τὸ κείνου χεῖρες ἔκαμνον ἔμμεναι ἀθανάτου θεοῦ εἰκόνα, καὶ νόμον ἄλλον 40 μηδέν’ ἔχειν ἢ ῥήμαθ’ ἑοῦ κτίστεω ὑπακούειν, ὥστε μόν’ αὖτ’ ἔρδειν καὶ μήδεσθαι φρεσὶν ᾗσιν, ὅσσα πατὴρ ἐθέλει καὶ βούλεται ἠδ’ ἐκέλευσε. τῶν καὶ ἐνὶ κραδίῃ ξύγγραμμα πάροιθεν ἔθηκεν καὶ τόδ’ ἀμαυρωθὲν πρὸς ἀπειθείας βροτολοιγοῦ 45 αὖθ’ ἀναπλαξὶ νέωσε δυοῖν, ὀνύχεσσι χαράξας κεῖν᾿ ἰδίαις προτέροιο νόου ψηφίσματα, μή τις ἀγνοίῃ φαίη πρᾶξαι τόδε, τοῦδ’ ἀμελῆσαι. τούτων δὴ κεφάλαια κατὰ στόματος προφέρεσθαι πόλλακι χρὴ τοὺς παῖδας, ἀπὸ φρενὸς ὧδε λέγοντας. 50 παντοκράτωρ θεὸς οὐράνιος προλέγει τάδε πᾶσι. αὐτὸς ἐγὼ θεός εἰμι μόνος, καὶ ἀπεκτὸς ἐμεῖο οὐδείς ἐστι θεός, σὺ δ’ ἐμοὶ μέμνησο λατρεῦσαι μούνῳ, μὴ δὲ παρὲξ θεῖον τοῦδ’ ἄλλο σέβισσε. κύριός εἰμι σέθεν. μὴ τοὔνομα βάζε ματαίως 55 μὰψ ἐπὶ χείλεσ’ ἑλὼν ἐμὸν οὔνομα αἰὲν ἄχραντον. σάββαθ’ ἑορτάζειν ἁγναῖς μνήσθητι