Гален

Сочинения. Том 5


Скачать книгу

καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν ᾿Αριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ’, εἰ µὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάµεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερµότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενοµένας, τοσαῦται καθ’ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ· καλεῖται δ’ αἰσθητὰ στοιχεῖα τὰ ὁµοιοµερῆ πάντα τοῦ σώµατος µόρια· καὶ ταῦτ’ οὐκ ἐκ µεθόδου τινὸς ἀλλ’ αὐτόπτην γενόµενον ἐκµαθεῖν χρὴ διὰ τῶν ἀνατοµῶν. ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑµένα καὶ σύνδεσµον καὶ φλέβα καὶ πάνθ’ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάµει χρωµένη καθόλου µὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιω τικῇ, κατὰ µέρος δὲ θερµαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενοµέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόµασι χρηστέον. ἔστι γοῦν καὶ ἡ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ ἡ τοῦ σπληνὸς καὶ ἡ τῶν νεφρῶν καὶ ἡ τοῦ πνεύµονος καὶ ἡ τῆς καρδίας. οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶµα καὶ τῆς γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁµοιοµερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρηµένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶµα τὸ καθ’ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁµοίων µὲν ἀλλήλοις, ἁπλοῦ δ’ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ’ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναµις ἡ ἐκ τοῦ παρὰ τῆς µητρὸς ἐπιµηνίου γεννήσασα τὸ µόριον, ὥστε τὰς κατὰ µέρος ἀλλοιωτικὰς δυνάµεις τοσαύτας εἶναι καθ’ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη µόρια. καὶ µέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ µέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι γὰρ οὔτ’ ἀρτηρίαι εἰσίν, ὅτι µήτε σφύζουσι µήτ’ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι µήθ’ αἷµα περιέχουσι µήτ’ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός· ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν ἢ τῶν εἰρηµένων. τί ποτ’ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν µόριον ἢ ἀρτηρίαν ἢ φλέβα ἢ νεῦρον ὑπάρχειν ἢ ἐκ τούτων πεπλέχθαι καὶ µὴ τοῦτ’ αὐτὸ τὸ νῦν λεγόµενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ µέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχοµένη