Гален

Сочинения. Том 5


Скачать книгу

ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυµῶν ἐπίσκεψιν, ἢ γιγνώσκει µέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν µηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι µηδ’ ἀσχηµονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον µάτην ἡγούµενον κατεσκευάσθαι. καὶ µὴν οὐχ ῾Ιπποκράτης µόνον ἢ Πλάτων, οὐδέν τι χείρους ᾿Ερασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷµα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ µυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάµενος ὑπερφρονεῖν ὁ γενναῖος ᾿Ερασίστρατος οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως τῆς δόξης αὐτῶν ἐµνηµόνευσε. καὶ µὴν ὅσοις γε τὸ σῶµα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν ῾Ιπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁρµώµενοι πάντες ὁµολογοῦσιν ἰατροί. καὶ ὅσοις γ’ αὖ µέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυµα τὰ σώµατα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁµολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι µελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ µέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν µελαγχολικὸν χυµόν, ἀκάθαρτον µὲν τὸ αἷµα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶµα. πότε δ’ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείµενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος µελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναµιν ἔχοντι σύµφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ µελάντερον γίγνεσθαι τὸ αἷµα. ταῦτ’ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις µεγίστην παρεχόµενα χρείαν ὑπερεπήδησε τελέως ὁ ᾿Ερασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ µηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ’ ἀεὶ φιλοτίµως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ µηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡµεῖς γε πρῶτον µὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερµοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ’ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινοµένων κατὰ τὸ σῶµα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυµὸν ἀπεδείξαµεν. ἑξῆς δ’, ὅτι καὶ µελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι µάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγµένων ἀναµνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόµεθα. τί δ’ ἂν εἴη λεῖπον ἄλλο γ’ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυµῶν γένεσιν οἱ παλαιοὶ συµβαίνειν. ἐναργέστερο