Гален

Сочинения. Том 5


Скачать книгу

τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅµα τῷ αἵµατι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναµένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαµαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιµωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν. ἡδέως δ’ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόµην τοὺς ὁµιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώµαθ’ ἡµῶν ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς ᾿Αριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα µὲν θερµότερα φύσει, ταῦτα πάντως ἔναιµα, τὰ δ’ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιµα καὶ διὰ τοῦτο τοῦ χειµῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵµατος οὐκ ᾿Αριστοτέλει µόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡµεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγµένα τοῖς παλαιοῖς λέγειν προὐθέµεθα, µήτε τῇ γνώµῃ µήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάµενοι· τὰ δ’ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρηµένα διὰ τὸ µηδ’ ὑπονοῆσαι µοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειµµένα τελέως ὑπ’ ἐκείνων ἀξιοῦµεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι. περὶ δὲ τῆς τῶν χυµῶν γενέσεως οὐκ οἶδ’, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν ῾Ιπποκράτης εἶπε καὶ ᾿Αριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιµος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουµένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐµφύτου θερµασίας αἷµα µὲν ὑπὸ τῆς συµµετρίας τῆς κατ’ αὐτήν, οἱ δ’ ἄλλοι χυµοὶ διὰ τὰς ἀµετρίας γιγνόµενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ’ ὁµολογεῖ τὰ φαινόµενα. καὶ γὰρ τῶν ἐδεσµάτων ὅσα µέν ἐστι θερµότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγµατικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι µὲν αἱ θερµότεραι φύσει, φλεγµατωδέστεραι δ’ αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευµάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ µὲν ψυχρότεραι φλεγµατωδέστεραι, χολωδέστεραι δ’ αἱ θερµότεραι· καὶ νοσηµάτων τὰ µὲν ψυχρὰ τοῦ φλέγµατος ἔκγονα, τὰ δὲ θερµὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ µὴ τούτῳ τῷ λόγῳ µαρτυρεῖ. πῶς δ’ οὐ µέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν µορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐµποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ µόρια. καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήµατα τέτταρα τὸν ἀριθµὸν ὑπάρχει θερµότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ ᾿Ερασίστρατος