Гален

Сочинения. Том 5


Скачать книгу

πρώτων µὲν εἶναι νοσηµάτων τὴν ἀµετρίαν τῆς θερµασίας, τὴν δ’ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας µὴ γίγνεσθαι. οὐδὲ γὰρ δι’ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσηµάτων ἀλλ’ ἢ διὰ τὴν εὐκρασίαν διαφθειροµένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειροµένης γίγνεσθαι. ὅτι µὲν οὖν καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον ἡ εὐκρασία τοῦ θερµοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναµένοις ἱκανῶς ἀποδεδεῖχθαι νοµίζω. τούτου δ’ ὑπάρχοντος ἡµῖν οὐδὲν ἔτι χαλεπὸν ἐφ’ ἑκάστης ἐνεργείας τῇ µὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ’ οὕτως ἔχει, τὸ µὲν αἷµα τῆς συµµέτρου θερµασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀµέτρου νοµιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡµῖν ἔν τε ταῖς θερ-µαῖς ἡλικίαις καὶ τοῖς θερµοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερµαῖς καὶ ταῖς θερµαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερµαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύµασί τε καὶ τοῖς διαιτήµασι καὶ τοῖς νοσήµασι τοῖς θερµοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνοµένη. τὸ δ’ ἀπορεῖν, εἴτ’ ἐν τοῖς σώµασι τῶν ἀνθρώπων ὁ χυµὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ’ ἐν τοῖς σιτίοις περιέχεται, µηδ’ ὅτι τοῖς ὑγιαίνουσιν ἀµέµπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγµάτων ἀναγκασθέντες, [ἐφ’ ὧν] πικρὸν µὲν τὸ στόµα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ’ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ’ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσµον ἐληλυθότος καὶ µήπω τὰ κατ’ αὐτὸν φαινόµενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψοµένων ἐπὶ πλέον ἁλυκώτερον µὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ µέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα µὴ φύσει θερµά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ’ ἐκ φύσεως ὑπάρχει τῷ µέλιτι. διὰ τοῦτ’ οὖν ἑψόµενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερµότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερµοῖς ἦν ὠφέλιµον, τοῦτ’ ἐκείνῳ βλάβη τε καὶ ἀµετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόµενον ἀποδείκνυται πικρόν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερµοῖς φύσει καὶ τοῖς ἀκµάζουσιν εἰς χολὴν ἑτοίµως µεταβάλλεται. θερµῷ γὰρ θερµὸν πλησιάζον εἰς ἀµετρίαν κράσεως ἑτοίµως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόµενον, οὐχ αἷµα. δεῖται τοίνυν ψυχρᾶς µὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ’ ἡλικίας, ἵν’ εἰς αἵµατος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν ῾Ιπποκράτης τοῖς φύσει πικροχόλοις µὴ προσφέρειν τὸ µέλι, ὡς ἂν θερµοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήµασι τοῖς πικροχόλοις πολέµιον εἶναι τὸ µέλι καὶ τῇ τῶν γερόντων