Гален

Сочинения. Том 5


Скачать книгу

οὔτε Πλάτων οὔτ’ ᾿Αριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σµικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν µέρος οὐδ’ ἀντειπεῖν ἀξιώσας, εἴτ’ ὀρθῶς εἴτε καὶ µὴ σύµπαντες οὗτοι θερµῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς µὲν ὡς δρῶσι, τοῖς δ’ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶµα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ µάλιστ’ εἰς τὴν τῶν χυµῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ µὲν µὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεµέσητον, τὸ δὲ µήτ’ ἀντιλογίας ἀξιῶσαι µήτε µνήµης οὕτως ἔνδοξον δόγµα θαυµαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται. καὶ µὴν σµικρότατός ἐστι τὴν γνώµην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν µὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νοµίζουσι φιλοτίµως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷµα νοµίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ’ οὐδὲ τοῖς ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νοµίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύµονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόµενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵµατος γενέσεως οὐδὲν ἀτιµοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ’ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ’ αὐτὸς εἰσηγήσασθαί τιν’ ἑτέραν γνώµην ἐτόλµησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόµενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι’ ὧντινων τοῦ ζῴου µορίων. ἢ τῆς µὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάµεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ’ αἱµατούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθηµα τὸ παράπαν, ἀλλ’ ἀδαµαντίνη τις ἡµῖν αὕτη µόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ ᾿Ερασίστρατος ἐξ ὧν ἐν µὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ’ οὔτ’ ἀντειπεῖν τοῖς πρόσθεν οὔτ’ αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλµησε, τὸ σφάλµα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως. τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵµατος ἄνθρωπος εἰς µηδὲν τῷ συµφύτῳ θερµῷ χρώµενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ µελαίνης ἢ φλέγµατος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναµεµιγµένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὧδέ πως αὐτοῖς ὀνόµασι· “πότερον δ’ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ µεµιγµένη τοῖς ἔξωθεν προσφεροµένοις παραγίγνεται, οὐδὲν χρήσιµον πρὸς ἰατρικὴν ἐπεσκέφθαι”. καὶ µήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυµὸν τοῦτον καὶ µεγάλως