Гален

Сочинения. Том 5


Скачать книгу

αὑτῶν τὰ τρεφόµενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύµενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούµενα, καὶ ταῦθ’ ῾Ιπποκράτειά θ’ ἅµα καὶ ᾿Αριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν’ ὑπάρχειν καὶ µεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα, τὴν δ’ ἐξαιµάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως [τοῦ σώµατος] καὶ θρέψεως γίγνεσθαι, τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερµοῦ µάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυµῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώµασι τὰς ποιότητας ὑπὸ τῆς ἐµφύτου θερµασίας ἐγγίγνεσθαι, ταῦτα σύµπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρηµένων δυνάµεων καὶ τὰ τῶν νοσηµάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαµάτων τῆς εὑρέσεως ῾Ιπποκράτης µὲν πρῶτος ἁπάντων ὧν ἴσµεν ὀρθῶς εἶπεν, ᾿Αριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ µὴν εἰ ταῦτα σύµπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, µηδὲν δ’ αὐτῶν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ, τί ποτε βούλεται τοῖς ᾿Ερασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεµόνος ὁµιλία; θαυµάζουσι µὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ’ ἀληθεύειν νοµίζουσιν. εἰ δ’ οὕτως ἔχει ταῦτα, πάµπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νοµίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς µηδὲν ὧν ᾿Ερασίστρα-τος ὑπελάµβανεν ἀρέσκει. καὶ µὴν ὥσπερ τιν’ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωµεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχοµεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον ᾿Ερασιστράτου καὶ δίδωµι τοῖς ᾿Ερασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δ’ ὁ µὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος ᾿Ερασίστρατον. ἐµὸν µὲν οὖν ὑποµνῆσαι τῶν δογµάτων τὴν µάχην, ἐκείνων δ’ ἡ αἵρεσις. ἀλλ’ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυµάζειν ᾿Ερασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παµπόλλων γὰρ ὄντων δογµάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν µόνον εὑρεθήσεται ταὐτὸν ᾿Ερασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ µάτην µηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο µέχρι λόγου κοινόν, ἔργῳ δὲ µυριάκις ᾿Ερασίστρατος αὐτὸ διαφθείρει· µάτην µὲν γὰρ ὁ σπλὴν ἐγένετο, µάτην δὲ τὸ ἐπίπλοον, µάτην δ’ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόµεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς µεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι µέγισται, µάτην δ’ ἄλλα µυρία κατά γε τὸν ᾿Ερασιστράτειον λόγον· ἅπερ εἰ µὲν οὐδ’ ὅλως γιγνώσκει, βραχεῖ µαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατοµαῖς, εἰ δ’ εἰδὼς οὐ λέγει τὴν