Гален

Сочинения. Том 5


Скачать книгу

ἀνάλογον τῷ µεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ’ ὅλος µὲν ὁ θώραξ ἐµπλησθήσεται, πνιγήσεται δ’ αὐτίκα τὸ ζῷον. ἀλλ’ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ’ ἕκαστον τῶν ἄλλων µορίων περίττωµα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζοµένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώµατος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω µεγίστου δεήσει τοῦ δεξοµένου τὰ πάντων περιττώµατα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φεροµένου τοῦ πόµατος ἅπαντος. ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ’ εὐθὺς γεγονέναι κατάφωρος καὶ µένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον ᾿Ερασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν ῾Ιπποκράτους. διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι µηδὲν εἰπεῖν ἔχει µηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ’ ἀναγκαῖον ἢ τῶν µαγείρων ἀµαθεστέρους φαίνεσθαι µηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁµολογοῦντας ἢ τοῦτο συγχωρήσαντας µηδὲν ἔτ’ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς. ἀλλ’ εἰ µὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ’ ἡ τοῦ αἵµατος οὐδ’ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ µετὰ ταῦτα γράµµατι.

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

      1. ῞Οτι µὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ ᾿Ερασιστράτῳ µόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι µέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁµολογῆσαι δύναµίν τιν’ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράµµατος, ἀναµιµνησκόντων ἅµ’ αὐτῷ καὶ τοῦθ’ ἡµῶν, ὡς οὐκ ἄλλως µὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ’ εἰς ἅπαντα τοῦ ζῴου τὰ µόρια τὸ αἷµα, κατ’ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ’ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνοµαζοµένης δυνάµεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ µεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς µὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναµιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις µέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων µορίων ἑκάστῳ. καὶ µὴν εἰ τοῦτ’ ἀληθές ἐστι, θαυµάζειν χρὴ τοῦ ᾿Ερασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς µηδ’ ᾿Ασκληπιάδην λαθεῖν. καίτοι γ’ οἴεται παντὸς µᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουµένου. ἀλλ’ ὅ γ’ ᾿Ασκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ