Гален

Сочинения. Том 5


Скачать книгу

καθάπερ γὰρ ὁ Φειδίας εἶχε µὲν τὰς δυνάµεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’ αὐταῖς περὶ τὴν ὕλην—ἅπασα γὰρ δύναµις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλης—, οὕτω καὶ τὸ σπέρµα τὰς µὲν δυνάµεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ µὴν εἰ πολλῷ µὲν ἐπικλύζοιτο τῷ αἵµατι τὸ σπέρµα, διαφθείροιτ’ ἄν· εἰ δ’ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν’ οὖν µήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρµατος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵµατος, µᾶλλον δ’ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύµµετρον τῷ πλήθει τοῦ σπέρµατος. τίς οὖν ὁ µετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν’ ἐνδεέστερον µὴ ἴῃ; τίνα ζητήσοµεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρµατι τὸ σύµµετρον αἷµα; τί ἂν εἶπεν ᾿Ερασίστρατος, εἰ ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρµα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ’ αἷµα τῷ κηρῷ προσέοικεν. οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ µέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵµατος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλ’ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, µή πως λάθωµεν τῷ σπέρµατι λογισµόν τινα καὶ νοῦν χαρισάµενοι· οὕτω γὰρ ἂν οὔτε σπέρµα ποιήσαιµεν οὔτε φύσιν ἀλλ’ ἤδη ζῷον αὐτό. καὶ µὴν εἰ φυλάξοµεν ἀµφότερα, τήν θ’ ὁλκὴν τοῦ συµµέτρου καὶ τὸ χωρὶς λογισµοῦ, δύναµίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρµατι φήσοµεν ὑπάρχειν αἵµατος ἐπισπαστικήν. ἠναγκάσθηµεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔµπροσθεν, ἑλκτικήν τινα δύναµιν ὁµολογῆσαι κατὰ τὸ σπέρµα. τί δ’ ἦν τὸ σπέρµα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταµήνιόν ἐστιν. εἶτ’ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάµει χρωµένης, ἵνα γένηται τῶν ὑπ’ αὐτῆς τι δεδηµιουργηµένων, ἄµοιρον εἶναι τῆς οἰκείας δυνάµεως οὐκ ἐνδέχεται. πῶς οὖν ᾿Ερασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη µὲν αὕτη τοῦ σπέρµατος ἐνέργεια τὸ σύµµετρον αἵµατος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύµµετρον δ’ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτµῶδες, ὥστ’ εὐθὺς εἰς πᾶν µόριον ἑλκόµενον τοῦ σπέρµατος δροσοειδῶς µηδαµοῦ τὴν ἑαυτοῦ παρεµφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει ῥᾳδίως τὸ σπέρµα καὶ ταχέως ἐξοµοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ’ οἶµαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ µὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναµις ἐξεύρηται µηδ’ αὐτὴ πρὸς ᾿Ερασιστράτου γεγραµµένη. τρίτη δ’ ἂν ἡ διαπλαστικὴ φανείη, καθ’ ἣν πρῶτον µὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑµένα περιτίθησιν ἑαυτῷ τὸ σπέρµα, τὸν ὑφ’ ῾Ιπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς µουσουργοῦ,