µὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήµατα διαλυσαµένοις ὑπὸ περιττῆς πανουργίας, ἐπ’ αὐτοφώρῳ δέ ποτε κατειληµµένοις, εἶτ’ οὐδὲν ἐξευρίσκουσι σόφισµα κἄπειτ’ ἐνταῦθα τοῦ µὲν αἰδηµονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειληµµένου, τοῦ δ’ ἀναισχυντοτέρου κρύπτοντος µὲν ἔθ’ ὑπὸ µάλης τὸ ζητούµενον, ἐξοµνυµένου δὲ καὶ µηδ’ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ ὁ ᾿Ασκληπιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισµάτων καὶ µήτε τῆς πρὸς τὸ λεπτοµερὲς φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι µήθ’ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωµα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολή, δυνατὸν ὂν εἰπόντα µὴ οὐ µέγιστον ὀφλεῖν γέλωτα, ἐξόµνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλ’ ἀτµοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην µερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι. οὗτοι µὲν οὖν τοῖς ἐπ’ αὐτοφώρῳ κατειληµµένοις οἰκέταις ὁµοίως ἐκπλαγέντες ὁ µὲν ἐσιώπησεν, ὁ δ’ ἀναισχύντως ψεύδεται.
17. Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόµασιν ἑαυτοὺς ἐσέµνυναν ᾿Ερασιστρατείους τε καὶ ᾿Ασκληπιαδείους ἐπονοµάσαντες, ὁµοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωµῳδίας εἰσαγοµένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουµένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ µὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσµατα συνέθεσαν, οἱ µέν, ἵνα µηδ’ ὅλως ἐξελεγχθείη ποτ’ ᾿Ασκληπιάδης ψευδόµενος, οἱ δ’, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν ᾿Ερασίστρατος. ἀλλὰ τῶν µὲν ᾿Ασκληπιαδείων ἅλις. οἱ δ’ ᾿Ερασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς µὴ δεόµενον. οἱ µὲν δὴ πλησίον ᾿Ερασιστράτου τοῖς χρόνοις γενόµενοι τὰ µὲν ἄνω τῶν νεφρῶν µόρια καθαρὸν αἷµα λαµβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωµα βρίθειν τε καὶ ὑπορρεῖν κάτω· διηθούµενον δ’ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόµενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέµπεσθαι τὸ αἷµα. καὶ µέχρι γέ τινος εὐδοκίµησεν ἥδε ἡ δόξα καὶ ἤκµασε καὶ ἀληθὴς ἐνοµίσθη· χρόνῳ δ’ ὕστερον καὶ αὐτοῖς τοῖς ᾿Ερασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα µήτε συγχωρούµενα πρός τινος ἀλλ’ οὐδ’ ἀποδειχθῆναι δυνάµενα, πρῶτον µὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ [πρώτῃ] φλεβὶ γεννώµενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότ’ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δ’ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα; δεύτερον δ’ ἄτοπον, ὅτι κἂν κάτω