Гален

Сочинения. Том 5


Скачать книгу

τῶν περιττωµάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁµόσε χωρῆσαι τοῖς φαινοµένοις, ἐπὶ µὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας µὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέµενος· τοῦτο γὰρ ἦν δηλαδὴ µέγα καὶ σεµνὸν ἀπιστήσαντα τοῖς φαινοµένοις πιστεῦσαι τοῖς ἀδήλοις· ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι µεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλµηµα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς ἅµ’ ἄµφω συµπίπτει, τὰ µὲν διαχωρήµατα µηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ’ αὐτοῖς γιγνόµενον ὅλον τὸ σῶµα; ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρηµένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ περὶ τῆς µελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ’ ὑφ’ ῾Ιπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ’ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐµπλήκτῳ τινὶ καὶ µανικῷ στόµατι. τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογµάτων εἰς τὰς θεραπείας ἐκτήσατο; µήτε νεφριτικόν τι νόσηµα δύνασθαι θεραπεῦσαι µήτ’ ἰκτερικὸν µήτε µελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ ῾Ιπποκράτει µόνον ὁµολογουµένου τοῦ καθαίρειν τῶν φαρµάκων ἔνια µὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν µέλαιναν, ἄλλα δέ τινα φλέγµα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περίττωµα, µηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ’ ὑπ’ αὐτῶν [γε] τῶν φαρµάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουµένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν· καὶ µηδὲν διαφέρειν κατὰ τὸν θαυµαστὸν ᾿Ασκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρµακον· ἅπαντα γὰρ ὁµοίως κενοῦν καὶ συντήκειν τὸ σῶµα καὶ τὸ σύντηγµα τοιόνδε τι φαίνε-σθαι ποιεῖν, µὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’ οὖν οὐ µαίνεσθαι νοµιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς εἰ µὲν φλέγµατος ἀγωγὸν δοθείη φάρµακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’ εἰ τῶν ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρµάκῳ πλεῖστον µὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡµεῖς µετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαµεν τοῦ παθήµατος. οὐ µὴν οὐδ’ εἰ φλέγµατος ἀγωγῷ καθαίροις φαρµάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ ῾Ιπποκράτης µὲν οὕτως οἶδε γιγνόµενα, τοῖς δ’ ἀπὸ τῆς ἐµπειρίας µόνης ὁρµωµένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς µέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν ᾿Ασκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόµικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁµολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρµακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυµοῦ µόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωµάτων