Гален

Сочинения. Том 5


Скачать книгу

οὐδέν. ὥστε τοῦ µὲν ὑπερκειµένου τὸ ἄνω µέρος ἐκκρέµασθαι χρὴ τῆς λίθου, τοῦ δ’ ὑποκειµένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ µέµνησό µοι πρὸ πάντων, ὅπως ὄντα σµικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου µᾶλλον ἔτι [µέµνησο], πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅµα µὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σµικρὰ καὶ ληρώδη ψήγµατα, ἅµα δ’ ἀποπάλλεσθαι τοῦ µετ’ αὐτὸ τεταγµένου, καίτοι κατὰ πᾶν ὁµοίου τὴν φύσιν ὑπάρχοντος. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολµος, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, µακρῷ τῶν ἔµπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁµοίων ἀλλήλοις ἐφεξῆς τεταγµένων διὰ τοῦ πρώτου διαδυόµενα ῥᾳδίως τῆς λίθου τὰ µόρια κατὰ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ µὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίµως διεξέρχεσθαι. καὶ µὴν ἑκατέρως ἄτοπον. εἰ µὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεµάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δηµιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐµπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντοµον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλοµαι. τοῖς [γὰρ] ᾿Ασκληπιάδου γράµµασιν εἴ τις ἐπιµελῶς ὁµιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογµάτων ἀκριβῶς ἂν ἐκµάθοι καὶ τὴν πρὸς τὰ φαινόµενα µάχην. ὁ µὲν οὖν ᾿Επίκουρος τὰ φαινόµενα φυλάττειν βουλόµενος ἀσχηµονεῖ φιλοτιµούµενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁµολογοῦντα· ὁ δ’ ᾿Ασκληπιάδης τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινοµένου δ’ οὐδὲν αὐτῷ µέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ µὲν πρὸς ᾿Ασκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόµενον ὑποµιµνησκέτω µάχης· εἰ δὲ πρὸς ᾿Επίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁµοίων ἀρχῶν ἐχόµεναι τελέως ἀπέσβησαν, αὗται δ’ ἔτι µόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ µὲν ᾿Ασκληπιάδου Μηνόδοτος ὁ ἐµπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόµενα µάχην ὑποµιµνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δ’ ᾿Επικούρου πάλιν ὁ ᾿Ασκληπιάδης ἐχόµενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκµαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ’ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ µὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνοµάζουσι µηδὲν εἰδότες. οὐδὲν οὖν θαυµαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιµῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, µὴ περιµείνας µηδὲν ἔτι παρ’ ἄλλου