Гален

Сочинения. Том 5


Скачать книгу

εἰ καὶ τοῦτ’ ἔγραψε µόνον, ὡς ῾Ιπποκράτης εἰπὼν ‘σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν’ ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ’ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι µήτρας αἰτιώµενος ἄρρωστον αὐχένα κακῶς εἶπεν “οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν” ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ ᾿Ερασίστρατος ἠξίωσε, τότ’ ἂν καὶ ἡµεῖς πρὸς αὐτὸν ἀπολογούµενοι εἴποµεν· ὦ γενναῖε, µὴ ῥητορικῶς ἡµῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ’ εἰπέ τινα κατηγορίαν τοῦ δόγµατος, ἵν’ ἢ πεισθῶµέν σοι ὡς καλῶς ἐξελέγχοντι τὸν παλαιὸν λόγον ἢ µεταπείσωµεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥητορικῶς; µὴ γάρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ µάλιστ’ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ’ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡµεῖς ἡγώµεθ’ εἶναι τὸ ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ ῥητορικῶς, τὸ δ’ ἄνευ λόγου βωµολοχικόν, οὐ ῥητορικόν. οὔκουν οὔτε ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ ᾿Ερασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. πάλιν οὖν αὐτῷ παρ’ ἡµῶν ἀντιµαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ µὲν οὖν τοῦ στοµάχου οὐδεµία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως εἴποι τις τῶν ἀπ’ αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ µερῶν συστελλοµένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡµεῖς, καὶ πῶς οὐ φαίνεται, φήσοµεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν µερῶν τοῦ στοµάχου διαστελλοµένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόµενον τοῦτο µηδὲν µᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ’ ἀµφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιµεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ µὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάµεως ἐπὶ τῶν νεφρῶν ὡµολογηµένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ ᾿Ερασίστρατος οὔτ’ ἐµνηµόνευσεν οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως ἀπεφήνατο, τίν’ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατ’ ἀρχὰς τῶν καθ’ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ’ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ’ ὅπως γίγνεται παρέλιπε; µάτην οὖν ἡµᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώµατος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ µόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ µὲν ἐκείνων εἶχε λέγειν, οὐ µόνον δι’ ὧν ὀργάνων ἀλλὰ καὶ καθ’ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶµαι καὶ περὶ τῆς ἀναδόσεως·