Гален

Сочинения. Том 5


Скачать книгу

ἄλλην εὑρεῖν οἷός τ’ ἦν οὐδ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχοµένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης. ἔστι δὲ τὸ γιγνόµενον τοιόνδε. κατακοµίζοντες οἱ παρ’ ἡµῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁµάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε µὴ φωραθῆναι, κεράµι’ ἄττα πληρώσαντες ὕδατος µέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραµίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον µὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ’ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ µή τις προπεπυσµένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ’ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερµῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώµενον ἐφ’ ἑκάστης ἡµέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερµασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναµιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα µακρὸς ἡ πρὸς τὸ λεπτοµερὲς φορὰ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καὶ µάλισθ’ ὅταν ἱκανῶς ᾖ θερµός, πολὺ µὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτοµερεστέρου, δεχοµένου δ’ οὐδὲ τὸ δέκατον µέρος τῆς εἰς ἐκείνους µεταλαµβανοµένης ὑγρότητος.

      15. ᾿Επεὶ δ’ ἱκανῶς ἠδολεσχήσαµεν οὐχ ἑκόντες, ἀλλ’, ὡς ἡ παροιµία φησί, µαινοµένοις ἀναγκασθέντες συµµανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωµεν διάκρισιν, ἐν ᾗ τῶν µὲν ᾿Ασκληπιάδου λήρων ἐπιλαθώµεθα, µετὰ δὲ τῶν πεπεισµένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώµεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νοµίζοντα, καθάπερ ἡµεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωµεν· ἤ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ µὴ τοῖς νεφροῖς δώσοµέν τινα δύναµιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς ῾Ιπποκράτης ἐνόµιζεν, οὐδὲν ἕτερον ἐξευρήσοµεν. ὅτι µὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέµπειν, εἴπερ γε µὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ’ εἰ µὲν αἱ φλέβες περιστελλόµεναι προωθοῖεν, οὐκ ἐκεῖνο µόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷµα τὸ περιεχόµενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξοµεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώµασιν ἔν τε τῇ ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθµοῖς ὅµοιοι πόροι, ἀλλ’ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ µήν, εἴπερ ὁµοίως τοῖς ἠθµοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο µὲν ἑτοίµως διαπέµπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷµα τὸ περιεχόµενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐµβάλλεται. καὶ