τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωµάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάµεις. ᾿Επίκουρος µὲν οὖν καίτοι παραπλησίοις ᾿Ασκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώµενος ὅµως ὁµολο-γεῖ, πρὸς µὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινοµένου. τὰς γὰρ ἀπορρεούσας ἀτόµους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήµασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίµασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ’ εἰς τὸ µέσον ἀποπαλλοµένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ µὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅµως δ’ οὖν ὁµολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώµατα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωµάτων καὶ τὰς τῶν καθαιρόντων φαρµάκων ἐνεργείας. ᾿Ασκληπιάδης δὲ τό τε τῆς εἰρηµένης αἰτίας ἀπίθανον ὑπιδόµενος καὶ µηδεµίαν ἄλλην ἐφ’ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ µηδ’ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ µηδενὸς µηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ µήθ’ οἷς ᾿Επίκουρος εἶπεν ἠρέσκετο µήτ’ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουµένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουµένην ὑπὸ τῶν ἑαυτῆς µορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ’ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁµολογῆσαι δυνάµεις ἔχειν ἐπισπαστικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι’ ἄλλο τί γ’ ἦν αὐτῇ τὸ τεχνικῇ τ’ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσηµάτων κριτικῇ παρὰ τὸ προσίεσθαι µὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀλλ’ ᾿Ασκληπιάδης κἀνταῦθα τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ µὴν τήν γε πρὸς τὸ φαινόµενον ἐναργῶς ᾐδέσθη µάχην, ἀλλ’ ὁµόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς µόνον ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ’ ἡµέραν κρίσιµον οὔθ’ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγµατεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ µὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόµενον ἀνατρέπειν ἔµπαλιν ᾿Επικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόµενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόµενα σµικρὰ σώµατα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι µορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης µηδαµοῦ φαινοµένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσοµεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι