Гален

Сочинения. Том 5


Скачать книгу

χολῶδες περίττωµα. καὶ µὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵµατι πάντη τοῦ σώµατος. ἀλλ’, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ ᾿Ερασίστρατος ὑπέθετο τὴν φύσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι παντάπασι τοῖς ζῴοις ἔφασκεν. οὐ συµβαίνει δ’ ἀλλήλοις ἄµφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵµατι µοχθηρὸν οὕτω χυµόν; ἀλλὰ ταῦτα µὲν σµικρά· τὸ δὲ µέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ’ ἁµάρτηµα καὶ δὴ φράσω. εἴπερ γὰρ δι’ οὐδὲν ἄλλ’ ἢ ὅτι παχύτερον µέν ἐστι τὸ αἷµα, λεπτοτέρα δ’ ἡ ξανθὴ χολὴ καὶ τὰ µὲν τῶν φλεβῶν εὐρύτερα στόµατα, τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ’ ἡ µὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόµασιν ἐναρµόττει, τὸ δ’ αἷµα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωµα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλµησέ τις εἰπεῖν τῶν καθ’ ἡµᾶς ᾿Ερασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵµατος. εἴτε γὰρ ὅτι µᾶλλον ἡ χολὴ τοῦ αἵµατος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡµῖν ἐστι νοµιστέον, εἴθ’ ὅτι δι’ ὀθόνης ἢ ῥάκους ἤ τινος ἠθµοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωµα, κατὰ ταῦτα τὰ γνωρίσµατα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ’ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτοτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωµάτων. ἀλλ’ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ µήπω καταπεπτωκέναι συγχωρῶν, ὅµοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείµενοι τοσούτου δέουσι τὸ πτῶµα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαµβάνουσι.

      3. Λῆρος οὖν µακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ µὴ γὰρ δύναµίς τις σύµφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, µὴ ὅτι τοσοῦτον ἀριθµὸν ἐτῶν ἀλλ’ οὐδ’ ἡµερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρηµα µόναις ταῖς τῶν ὑλῶν οἰακιζόµενα ῥοπαῖς, οὐδαµοῦ δυνάµεως οὐδεµιᾶς τῆς µὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ’ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ’ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ’ ὅπως οὐκ ἂν εἴηµεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόµενοι καὶ πολὺ µᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συµπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῆν οὐδὲ διαµένειν οὐδενὶ τῶν ζῴων οὐδ’ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτηµένον ἐν ἑαυτῷ µόρια καὶ οὕτω διαφέροντα