Гален

Сочинения. Том 5


Скачать книгу

ἐπειδὴ κατὰ τοῦτο γεγόναµεν, καὶ συµβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ’ ᾿Ερασιστράτου καλούµενον ἀγγεῖον εἰς ἕτερ’ ἄττα σώµατα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ µηδὲν ἔχειν πλέον ἔτι καὶ διαφεροµένοις ᾿Ερασιστράτῳ. ὅτι µὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρέψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δ’ οὐδ’ ᾿Ερασιστράτῳ σύµφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνοµάζει, σύνθετον ἀποφαίνουσα καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ’ εἶναί µοι δοκεῖ. εἰ µὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψοµεν, ἀλλ’ εἰς ἄναρµα καὶ ἀµέριστα καταβησόµεθα στοιχεῖα, παντάπασιν ἀναιρήσοµεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρµώµενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου µορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ καὶ δηµιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστ’ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερµάτων ὑποθέσθαι τὰς δυνάµεις τῆς φύσεως, αἷς διαπλάττει τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλ’ ἐκείνων [ἕκαστον] τῶν σωµάτων τῶν ἀνάρµων καὶ ἀµερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναµιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀµετάβλητον ὑπόκειται. τῶν δ’ εἰρηµένων οὐδὲν ἄνευ µεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι’ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔµπροσθεν ἐνεδειξάµεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γ’ οὐ παρ’ ἡµῶν ἐχρῆν µανθάνειν τοὺς ᾿Ερασιστρατείους, ἀλλὰ παρ’ αὐτῶν τῶν φιλοσόφων, οἷς µάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων. οὔκουν οὐδ’ ᾿Ερασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀµαθίας νοµίζοι προήκειν, ὡς µηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολουθίαν, ἀλλ’ ἅµα µὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅµα δ’ εἰς ἀπαθῆ καὶ ἄναρµα καὶ ἀµετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ µὴν εἰ δώσει τιν’ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ µεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνοµάζει, γενήσεται. ἀλλ’ ἡ µὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός. πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόµενοι τῷ λόγῳ τῆς τῶν ᾿Ερασιστρατείων διαφωνίας ἐµνηµονεύσαµεν, ἐπεδείξαµεν δὲ καὶ καθ’ ἑκατέρους µὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν µάχην αὐτῶν οὐκ ὠκνήσαµεν καὶ τιµῆσαι τὸν ᾿Ερασίστρατον εἰς τὴν βελτίονα µεταστήσαντες