Георг Фердинанд Реттиг

Пролегомены к государству Платона. Часть третья


Скачать книгу

καὶ πόθεν αὐτοὺς μεταπέμψεται;

      αὐτόματοι, ἔφη, πολλοὶ ἥξουσι πετόμενοι, ἐὰν τὸν μισθὸν διδῷ.

      κηφῆνας, ἦν δ» ἐγώ, νὴ τὸν κύνα, δοκεῖς αὖ τινάς μοι

      567e

      λέγειν ξενικούς τε καὶ παντοδαπούς.

      ἀληθῆ γάρ, ἔφη, δοκῶ σοι.

      τίς δὲ αὐτόθεν; ἆρ» οὐκ ἂν ἐθελήσειεν—

      πῶς;

      τοὺς δούλους ἀφελόμενος τοὺς πολίτας, ἐλευθερώσας, τῶν περὶ ἑαυτὸν δορυφόρων ποιήσασθαι.

      σφόδρα γ», ἔφη: ἐπεί τοι καὶ πιστότατοι αὐτῷ οὗτοί εἰσιν.

      ἦ μακάριον, ἦν δ» ἐγώ, λέγεις τυράννου χρῆμα, εἰ τοιούτοις

      568a

      φίλοις τε καὶ πιστοῖς ἀνδράσι χρῆται, τοὺς προτέρους ἐκείνους ἀπολέσας.

      ἀλλὰ μήν, ἔφη, τοιούτοις γε χρῆται.

      καὶ θαυμάζουσι δή, εἶπον, οὗτοι οἱ ἑταῖροι αὐτὸν καὶ σύνεισιν οἱ νέοι πολῖται, οἱ δ» ἐπιεικεῖς μισοῦσί τε καὶ φεύγουσι;

      τί δ» οὐ μέλλουσιν;

      οὐκ ἐτός, ἦν δ» ἐγώ, ἥ τε τραγῳδία ὅλως σοφὸν δοκεῖ εἶναι καὶ ὁ Εὐριπίδης διαφέρων ἐν αὐτῇ.

      τί δή;

      ὅτι καὶ τοῦτο πυκνῆς διανοίας ἐχόμενον ἐφθέγξατο, ὡς

      568b

      ἄρα «σοφοὶ τύραννοί» εἰσι «τῶν σοφῶν συνουσίᾳ.» καὶ ἔλεγε δῆλον ὅτι τούτους εἶναι τοὺς σοφοὺς οἷς σύνεστιν.

      καὶ ὡς ἰσόθεόν γ», ἔφη, τὴν τυραννίδα ἐγκωμιάζει, καὶ ἕτερα πολλά, καὶ οὗτος καὶ οἱ ἄλλοι ποιηταί.

      τοιγάρτοι, ἔφην, ἅτε σοφοὶ ὄντες οἱ τῆς τραγῳδίας ποιηταὶ συγγιγνώσκουσιν ἡμῖν τε καὶ ἐκείνοις ὅσοι ἡμῶν ἐγγὺς πολιτεύονται, ὅτι αὐτοὺς εἰς τὴν πολιτείαν οὐ παραδεξόμεθα ἅτε τυραννίδος ὑμνητάς.

      οἶμαι ἔγωγ», ἔφη, συγγιγνώσκουσιν ὅσοιπέρ γε αὐτῶν

      568c

      κομψοί.

      εἰς δέ γε οἶμαι τὰς ἄλλας περιιόντες πόλεις, συλλέγοντες τοὺς ὄχλους, καλὰς φωνὰς καὶ μεγάλας καὶ πιθανὰς μισθωσάμενοι, εἰς τυραννίδας τε καὶ δημοκρατίας ἕλκουσι τὰς πολιτείας.

      μάλα γε.

      οὐκοῦν καὶ προσέτι τούτων μισθοὺς λαμβάνουσι καὶ τιμῶνται, μάλιστα μέν, ὥσπερ τὸ εἰκός, ὑπὸ τυράννων, δεύτερον δὲ ὑπὸ δημοκρατίας: ὅσῳ δ» ἂν ἀνωτέρω ἴωσιν πρὸς

      568d

      τὸ ἄναντες τῶν πολιτειῶν, μᾶλλον ἀπαγορεύει αὐτῶν ἡ τιμή, ὥσπερ ὑπὸ ἄσθματος ἀδυνατοῦσα πορεύεσθαι.

      πάνυ μὲν οὖν.

      ἀλλὰ δή, εἶπον, ἐνταῦθα μὲν ἐξέβημεν: λέγωμεν δὲ πάλιν ἐκεῖνο τὸ τοῦ τυράννου στρατόπεδον, τὸ καλόν τε καὶ πολὺ καὶ ποικίλον καὶ οὐδέποτε ταὐτόν, πόθεν θρέψεται.

      δῆλον, ἔφη, ὅτι, ἐάν τε ἱερὰ χρήματα ᾖ ἐν τῇ πόλει, ταῦτα ἀναλώσει, ὅποι ποτὲ ἂν ἀεὶ ἐξαρκῇ τὰ τῶν ἀποδομένων, ἐλάττους εἰσφορὰς ἀναγκάζων τὸν δῆμον εἰσφέρειν.

      568e

      τί δ» ὅταν δὴ ταῦτα ἐπιλίπῃ;

      δῆλον, ἔφη, ὅτι ἐκ τῶν πατρῴων θρέψεται αὐτός τε καὶ οἱ συμπόται τε καὶ ἑταῖροι καὶ ἑταῖραι.

      μανθάνω, ἦν δ» ἐγώ: ὅτι ὁ δῆμος ὁ γεννήσας τὸν τύραννον θρέψει αὐτόν τε καὶ ἑταίρους.

      πολλὴ αὐτῷ, ἔφη, ἀνάγκη.

      πῶς [δὲ] λέγεις; εἶπον: ἐὰν δὲ ἀγανακτῇ τε καὶ λέγῃ ὁ δῆμος ὅτι οὔτε δίκαιον